Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.308 Joseph. AJ 8.312 (English) >>Joseph. AJ 8.315

8.310 δὲ πολιορκοῦσα τὴν Γαβαθώνην στρατιὰ πυθομένη τὰ περὶ τὸν βασιλέα καὶ ὅτι Ζαμβρίας ἀποκτείνας αὐτὸν ἔχει τὴν βασιλείαν καὶ αὐτὴ τὸν ἡγούμενον αὐτῆς Ἀμαρῖνον ἀπέδειξε βασιλέα, ὃς ἀπὸ τῆς Γαβαθώνης ἀναστήσας τὸν στρατὸν εἰς Θαρσὴν παραγίνεται τὸ βασίλειον καὶ προσβαλὼν τῇ πόλει κατὰ κράτος αἱρεῖ. 8.311Ζαμβρίας δὲ τὴν πόλιν ἰδὼν ἠρημωμένην συνέφυγεν εἰς τὸ μυχαίτατον τῶν βασιλείων καὶ ὑποπρήσας αὐτὸ συγκατέκαυσεν ἑαυτὸν βασιλεύσας ἡμέρας ἑπτά. διέστη δʼ εὐθὺς τῶν Ἰσραηλιτῶν λαὸς καὶ οἱ μὲν αὐτῶν Θαμαναῖον βασιλεύειν ἤθελον, οἱ δὲ τὸν Ἀμαρῖνον. νικήσαντες δʼ οἱ τοῦτον ἄρχειν ἀξιοῦντες ἀποκτείνουσι τὸν Θαμαναῖον, καὶ παντὸς βασιλεύει Ἀμαρῖνος τοῦ ὄχλου. 8.312τριακοστῷ δὲ ἔτει τῆς Ἀσάνου βασιλείας ἦρξεν Ἀμαρῖνος ἔτη δώδεκα· τούτων τὰ μὲν ἓξ ἐν Θάρσῳ πόλει, τὰ δὲ λοιπὰ ἐν Σωμαρεῶνι λεγομένῃ πόλει ὑπὸ δὲ Ἑλλήνων Σαμαρείᾳ καλουμένῃ. προσηγόρευσε δʼ αὐτὴν αὐτὸς Σωμαραῖος ἀπὸ τοῦ τὸ ὄρος ἀποδομένου αὐτῷ ἐφʼ κατεσκεύασε τὴν πόλιν Σωμάρου. 8.313διέφερε δʼ οὐδὲν τῶν πρὸ αὐτοῦ βασιλευσάντων τῷ χείρων αὐτῶν εἶναι· ἅπαντες γὰρ ἐζήτουν πῶς ἀποστήσουσιν ἀπὸ τοῦ θεοῦ τὸν λαὸν τοῖς καθʼ ἡμέραν ἀσεβήμασι καὶ διὰ τοῦτο διʼ ἀλλήλων αὐτοὺς θεὸς ἐποίησεν ἐλθεῖν καὶ μηδένα τοῦ γένους ὑπολιπεῖν. ἐτελεύτησε δὲ καὶ οὗτος ἐν Σαμαρείᾳ, διαδέχεται δʼ αὐτὸν παῖς Ἄχαβος.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.308 Joseph. AJ 8.312 (English) >>Joseph. AJ 8.315

Powered by PhiloLogic